Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.96 Joseph. AJ 6.100 (English) >>Joseph. AJ 6.105

6.98καὶ στρατοπεδευσαμένων πρὸς πόλει Μαχμὰ τοῦτο Σαοῦλος τῶν Ἰουδαίων βασιλεὺς μαθὼν εἰς Γάλγαλα καταβαίνει πόλιν καὶ διὰ πάσης κηρύσσει τῆς χώρας ἐπʼ ἐλευθερίᾳ καλῶν τὸν λαὸν ἐπὶ τὸν πόλεμον τὸν πρὸς Παλαιστίνους, τὴν δύναμιν ἐκφαυλίζων αὐτῶν καὶ διασύρων ὡς οὐκ ἀξιόλογον οὐδʼ ὥστε φοβεῖσθαι διακινδυνεύειν πρὸς αὐτούς. 6.99κατανοήσαντες δὲ τὸ πλῆθος τῶν Παλαιστίνων οἱ τοῦ Σαούλου κατεπλάγησαν, καὶ οἱ μὲν εἰς τὰ σπήλαια καὶ τοὺς ὑπονόμους ἔκρυψαν αὑτοὺς, οἱ πλείους δὲ εἰς τὴν πέραν τοῦ Ἰορδάνου γῆν ἔφυγον· αὕτη δʼ ἦν Γάδου καὶ Ῥουβήλου. 6.100

Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθʼ οὕτως συμβάλωσι τοῖς πολεμίοις. 6.101καὶ περιμένει μὲν ὡς προφήτης ἐπέστειλεν, οὐκέτι μέντοι γε διατηρεῖ τὴν ἐντολήν, ἀλλʼ ὡς ἑώρα βραδύνοντα μὲν τὸν προφήτην, αὑτὸν δὲ ὑπὸ τῶν στρατιωτῶν καταλειπόμενον, λαβὼν τὰ θύματα τὴν θυσίαν ἐπετέλει· ἐπεὶ δὲ τὸν Σαμουῆλον ἤκουσε προσιόντα ὑπαντησόμενος ἐξῆλθεν. 6.102 δʼ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.96 Joseph. AJ 6.100 (English) >>Joseph. AJ 6.105

Powered by PhiloLogic